Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.33 Joseph. AJ 20.39 (English) >>Joseph. AJ 20.44

20.37καὶ τὸ μὲν ἀνελεῖν φυλάττειν δεδεμένους ἀσεβὲς ἡγούμενος, τὸ δὲ μνησικακοῦντας ἔχειν σὺν αὐτῷ μὴ δεδεμένους σφαλερὸν εἶναι νομίζων, τοὺς μὲν ὁμηρεύσοντας μετὰ τέκνων εἰς τὴν Ῥώμην ἐξέπεμψε Κλαυδίῳ Καίσαρι, τοὺς δὲ πρὸς Ἀρταβάνην τὸν Πάρθον ἐφʼ ὁμοίαις προφάσεσιν ἀπέστειλεν. 20.38

Πυθόμενος δὲ πάνυ τοῖς Ἰουδαίων ἔθεσιν χαίρειν τὴν μητέρα τὴν ἑαυτοῦ ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μεταθέσθαι, νομίζων τε μὴ ἂν εἶναι βεβαίως Ἰουδαῖος, εἰ μὴ περιτέμνοιτο, πράττειν ἦν ἕτοιμος. 20.39μαθοῦσα δʼ μήτηρ κωλύειν ἐπειρᾶτο ἐπιφέρειν αὐτῷ κίνδυνον λέγουσα· βασιλέα γὰρ εἶναι, καὶ καταστήσειν εἰς πολλὴν δυσμένειαν τοὺς ὑπηκόους μαθόντας, ὅτι ξένων ἐπιθυμήσειεν καὶ ἀλλοτρίων αὐτοῖς ἐθῶν, οὐκ ἀνέξεσθαί τε βασιλεύοντος αὐτῶν Ἰουδαίου. 20.40καὶ μὲν ταῦτʼ ἔλεγεν καὶ παντοίως ἐκώλυεν. δʼ εἰς τὸν Ἀνανίαν τοὺς λόγους ἀνέφερεν. τοῦ δὲ τῇ μητρὶ συμφάσκοντος καὶ συναπειλήσαντος ὡς εἰ μὴ πείθοι καταλιπὼν ἄπεισιν· 20.41δεδοικέναι γὰρ ἔλεγεν, μὴ τοῦ πράγματος ἐκδήλου πᾶσιν γενομένου κινδυνεύσειε τιμωρίαν ὑποσχεῖν ὡς αὐτὸς αἴτιος τούτων καὶ διδάσκαλος τῷ βασιλεῖ ἀπρεπῶν ἔργων γενόμενος, δυνάμενον δʼ αὐτὸν ἔφη καὶ χωρὶς τῆς περιτομῆς τὸ θεῖον σέβειν, εἴγε πάντως κέκρικε ζηλοῦν τὰ πάτρια τῶν Ἰουδαίων· τοῦτʼ εἶναι κυριώτερον τοῦ περιτέμνεσθαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.33 Joseph. AJ 20.39 (English) >>Joseph. AJ 20.44

Powered by PhiloLogic